Ancient Greek
BGU 13 2236
Documentary Papyri, Bgu 13 2236
Not analysed yet
Σοκνοπαίου Νήσου κάμηλοι …πῶλοι …Ἱέρακι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος διὰ Ἀπολλωνίου διαδόχου καὶ Διοφάντῳ βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος παρὰ Τεσενούφεως Τεσενούφεως τοῦ Τεσενούφεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου· οὓς ἀπεγραψάμην τῷ διεληλυθότι ιδ ἔτει ἐπὶ τῆς προγεγραμμένης κώμης καμήλους τελείους …πῶλον ἕνα τοὺς ἐπὶ τὸ αὐτὸ καμήλους τελείους …. ἀπογράφομαι καὶ εἰς τὸ ἐνεστὸς ιε ἔτος ἐπὶ τῆς αὐτῆς κώμης καὶ τοὺς ἐξ ἐπιγονῆς αὐτῶν ἐπιγενομένους πώλους …· διὸ ἐπιδίδωμι· …ἀπεγράφησαν παρὰ στρατηγῷ κάμηλοι …πῶλοι …Μεχεὶρ …ἀπεγράφησαν παρὰ βασιλικῷ γραμματεῖ …