Ancient Greek
BGU 13 2242
Documentary Papyri, Bgu 13 2242
Not analysed yet
…ῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Στοτοήτεως τοῦ Στοτοήτεως ἱερέως ἀπὸ κώμης Σοκνοπαίου Νήσου· πρὸς τὸν παρόντα καιρὸν τελευτησάντων κατὰ τὴν οἰκίαν μου θυγατέρων μου δύο μετὰ τῶν ἀνδρῶν αὐτῶν καὶ γυναικός μου καὶ ἄλλων πλείστων, ἀποδημήσας τὰ οἰκόπεδα παρεθέμην …Πεκῦσι Σαταβοῦτος καὶ γυναικὶ αὐτοῦ Θασῆτι καὶ μετῆλθον εἰς ἐποίκιον Ἁλμυρᾶς λεγόμενον περὶ κώμην Ἡράκλειαν· ἐπιμείνας οὖν ἐν αὐτῷ ἡμέρας ὀλίγας καὶ ἐπανελθὼν τῇ β τοῦ ὄντος μηνὸς …ηὗρον τὴν οἰκίαν ὑπό τινων συ… λης… βεβ… αργ… τισμ… δη α… νες… ευρε… τον…