Ancient Greek
BGU 13 2269
Documentary Papyri, Bgu 13 2269
Not analysed yet
σιτολόγοις …α ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου· οἱ ὑπογεγραμμένοι καμηλοτρόφοι κώμης Σοκνοπαίου Νήσου Ἡρακλείδου μερίδος· ἀπέχομεν παρὰ ὑμῶν τὰς ἐπισταλείσας ἡμεῖν ὑπὸ Αἰλίου Νουμισιανοῦ στρατηγοῦ Θεμίστου καὶ Πολέμωνος μερίδων καὶ Ἀρτεμιδώρου βασιλικοῦ γραμματέως Θεμίστου μερίδος ὑπὲρ φορέτρων πυροῦ δημοσίου ἀπεργασίας γενήματος α ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου καὶ κα ἔτους Θεοῦ Ἁδριανοῦ γενομένης ἐπὶ τῆς Ἡρακλείδου μερίδος ἀπὸ πυροῦ δημοσίου ἀρτάβας φνα 𐅵,καὶ μετὰ τὰς ἀπὸ γενήματος ιϛ ἔτους ἐπισταλείσας ἡμῖν ἀρτάβας γ… 𐅵…τὰς λοιπὰς ἀπὸ γενήματος α ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου ἐπὶ θησαυροῦ Διονυσιάδος ἀρτάβας φιθ, ὧν ἀπεργασίας γενήματος α ἔτους ἀρτάβας φιϛ 𐅵δ, γενήματος κα ἔτους ἀρτάβας β δ, γίνονται αἱ προκείμεναι ἐσμὲν δέ· Στοτοῆτις Στοτοήτιος πυροῦ ἀρτάβαι υξ Οὐῆτις πρεσβύτερος …πυροῦ ἀρτάβαι νθ γίνονται αἱ προκείμεναι ἔτους α Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς …