Ancient Greek
BGU 13 2298
Documentary Papyri, Bgu 13 2298
Not analysed yet
ἔτους ιϛ Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Φαρμοῦθι κ· παρέσχον πρεσβύτεροι κώμης Σοκνοπαίου Νήσου διὰ Σώτα Ἑριέως κοινωνοῦ οὐσίας πρότερον Θεωνίνου φόρου α… δραχμὰς ἑκατὸν τριάκοντα δύο γίνονται δραχμαὶ ρλβ συμβόλου δραχμὴν α ὀβολοὺς γ 𐅵καὶ Παχὼν ιθ παρέσχον πρεσβύτεροι κώμης Σοκνοπαίου διὰ Πεειοῦτος κοινωνοῦ οὐσίας πρότερον Θεωνίνου φόρου προβάτων ιϛ ἔτους δραχμὰς τριακοσίας δέκα μίαν τριώβολον γίνονται δραχμαὶ τια τριώβολον συμβόλου δραχμὴν α ὀβολοὺς γ 𐅵