Ancient Greek
BGU 13 2338
Documentary Papyri, Bgu 13 2338
Not analysed yet
…ἐτῶν πεντήκοντα τεσσάρων …ἀριστερᾳ Λουκίῳ Ἰγνατίῳ Κασιανῷ ὡς ἐτῶν …κοντα ὀκτὼ εὐσήμῳ ὀφθαλμόν δεξιὸν ἀπέχειν παρὰ αὐτοῦ τὸν ὁμολογοῦντα …Νεμεσιανὸν διὰ χειρὸς ἀργυρίου δραχμὰς πεντακοσίας εἴκοσι ὀκτὼ οὔσας ἴσας ὧν ἐδανίσατο παρʼ αὐτοῦ κατὰ δημόσιον χρηματισμὸν τελειωθέντα διὰ τοῦ ἐνθάδε ἀρχείου τῷ προδιεληλυθότι …ἔτει ἔχων ἐπὶ δανιοκαρπίᾳ ἀντὶ τῶν τόκων τὰς ὑπαρχούσας αὐτῷ περὶ κώμην Φιλαδελφίαν ἐκ τόπου Περδίκα λεγομένου κλήρου …ἀρούρας δύο καὶ μὴ επελεύσεσθαι μηδʼ αὐτὸν Νεμεσιανὸν μηδὲ τοὺς παρὰ αὐτοῦ ἐπὶ τὸν Ἰγνάτιον Κασιανὸν μηδʼ ἐπὶ τοὺς παρα αὐτοῦ μηδὲ περὶ ὧν ἀπέσχεν ὡς πρόκειται ἀργυρίου δραχμῶν πεντακοσίων εἴκοσι ὀκτὼ μηδὲ περὶ …π…καρπί…ν μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς πράγματος ἐνγράπτου ἢ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενὶ …