Ancient Greek
BGU 13 2340
Documentary Papyri, Bgu 13 2340
Not analysed yet
ἐμίσθωσεν Αὐρήλιος Παῦτα …ἀπʼ Ὀξυρύγχων πόλεως Αὐρηλίῳ Παήσει Παμου…κιος ἀπὸ τῆς αὐτῆς πόλεως πρὸς μόνον τὸ ἐνεστὸς …ἔτος τὰς ὑπαρχούσας αὐτῷ περὶ Μερμέρθα ἐκ τοῦ Ἀπολλωνίου καὶ …α…ου κλήρου ἀρούρας τέσσαρας ὥστε ξυλαμῆσαι χλωροῖς φόρου κατʼ ἄρουραν ἀνὰ δραχμὰς ἑξήκοντα γίνονται δραχμαὶ ξ, ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα, ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως τὸν φόρον ἀπολάβῃ· …βεβαιουμένης τῆς μισθώσεως ἀποδότω τῷ Παῦνι —μηνὶ τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως, γεινομένης τῆς πράξεως παρὰ τοῦ μεμισθωμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων· κυρία ἡ μίσθωσις …