Ancient Greek
BGU 13 2349
Documentary Papyri, Bgu 13 2349
Not analysed yet
……σοι ἐστί …πρὶν …συνκομιδη… λαβὼν τὰ γράμματα παρʼ ἐμοῦ κομισάμενος σπούδασον ἐλθεῖν πρὸς ἡμᾶς· ἀσπάζου τὴν μητέρα μου καὶ μαθέτω ἡ γαμβρά σου ὅτι λίαν ἐλυπήθημεν περὶ τῆς θυγατρὸς αὐτῆς· καὶ ἀσπάζου Ἄρτεμειν καὶ Σανσνευιν· ἀσπάζου Πάτρωνα καὶ Παβετᾶν τὸν τέκτονα· ἀσπάζεται Τιτιανὸς τὴν μητέρα αὑτοῦ Θερμοῦθιν καὶ τὰ τέκνα αὐτῆς· ἐρρῶσθαί σε εὔχομαι· ἐστὶν δὲ ἡ ἐπιστολὴ ἔχουσα ἀλοιφίδα μίαν εἰς τὴν ἀρχὴν τοῦ πέμπτου στίχου …νυσίωνος ἀδελφοῦ …