Ancient Greek
BGU 14 2367
Documentary Papyri, Bgu 14 2367
Not analysed yet
…ουτ…εστ… συγγραφῆς· οἱ δὲ δανείζοντες καὶ οἱ δανειζόμενοι ἔστωσαν γραφόμενοι εἰς τὴν συγγραφήν· οἱ μὲν ἐν τῶι στρατιωτικῶι τεταγμένοι ἀπογραφέσθωσαν τάς τε πατρίδας ἑαυτῶν καὶ ἐξ ὧν ἄν ταγμάτων ὦσι καὶ ἃς ἂν ἔχωσιν ἐπιφοράς· οἱ δὲ πολῖται τούς τε πατέρας καὶ τοὺς δήμους· ἐὰν δὲ καὶ ἐν τῶι στρατιωτικῶι ὦσι καὶ τὰ τάγματα καὶ τὰς ἐπιφοράς· οἱ δὲ ἄλλοι τούς τε πατέρας καὶ τὰς πατρίδας καὶ ἐν ὧι ἂν γένει ὦσιν· σφραγιζέσθωσαν δὲ οἵ τε δανείζοντες καὶ οἱ δανειζόμενοι καὶ οἱ ἔνγυοι καὶ οἱ μάρτυρες …τὴν συγγραφήν· εἷς τῶν ἐπι… μαρτύρων …αν φυλασσέτω …ἐὰν δʼ ἐπάναγκες δανείζῃ τις μετα… σφραγιζέτω κατὰ τὰ γεγραμμένα τὴν συγγραφήν …σφραγιζ…