Ancient Greek
BGU 14 2382
Documentary Papyri, Bgu 14 2382
Not analysed yet
ἔλαβον …Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας Θεῶν Ἐπιφανῶν ἔτους ἔβδόμου ἐφʼ ἱερέως Φιλοστράτου τοῦ Ἀσκληπιοδότου Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων καὶ Θεῶν Ἐπιφανῶν καὶ Θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Ἀσπασίας τῆς Χρυσέρμου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἰσιδώρας τῆς Ἀπολλωνίου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου μηνὸς Ὑπερβερεταίου ἑβδόμῃ …Φαρμοῦθι ἑβδόμῃ ἐν Ποιμένων κώμῃ τοῦ Ἡρακλεοπολίτου· ὁμολογοῦσιν Λυσίμαχος Σαραπίωνος… ἐπιγονῆς καὶ Εὐπόλεμος τοῦ αὐτοῦ Σαραπίωνος… …ν ἐκ Κερκευνίφεως η… …τ…ας τῆι ἑαυτῶν ἀδελφῆι Σαραπιάδι τῆς Σαραπίωνος μετὰ κυρίου ἑαυτῆς ……νε…ου Λαμψακηνοῦ …τὸν ἑτέραν μηδʼ ἐγκαλέσειν …ο…α… εδωκειν κατʼ αὐτῆς …τῶι ἐπιστρατήγωι ἄλλο περὶ τέλος …ἤ… Σαραπιάδι τῆι ἑαυτῶν ἀδελφῆι …Λυσίμαχος καὶ Εὐπόλεμος οὐδὲ …τῆι ἑαυτῶν ἀδελφῆι περιμ… …πιρημενον ὑπομνημα …μηδὲ πατρικῶν και μητρικῶν …ἐπέλθῃ Λυσίμαχος ἢ Εὐπόλεμος ἢ ἄλλος τις ὑπὲρ αὐτῶν ἐπὶ Σαραπιάδα τὴν ἑαυτῶν ἀδελφὴν ἢ ἐπὶ τοὺς παρʼ αὐτῆς ……ωνι παρευρέσει ἡιτινιοῦν· ἐὰν δʼ ἐπέλθηι ἡ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτεισάτω Λυσίμαχος ἢ Εὐπόλεμος Σαραπιάδι ἐπίτιμον παραχρῆμα ἀργυρίου τοῦ παλαιοῦ νομίσματος τάλαντα …καὶ μηδὲν ἧσσον ἡ συγγραφὴ αὕτη κυρία ἔστω· μάρτυρες· …Πασῆς Ζομ…ς Θεσσαλός, ……υγώνιος Θεσσαλός, Ποσειδ… …τομέδοντος ἰδιῶται, ……ν τῆς ἐπιγονῆς, συγγραφοφύλαξ …