Ancient Greek
2390.1 to 2390.27
Documentary Papyri, Bgu 14 2390.1-27
Not analysed yet
Βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῆς ἀδελφῆς τῶν Πτολεμαίου καὶ Κλεοπάτρας Θεῶν Ἐπιφανῶν ἔτους κβ ἐφʼ ἱερέως Ἀντικλέους τοῦ …Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων καὶ Θεῶν Ἐπιφανῶν καὶ Θεῶν Φιλομητόρων ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Πτολεμαίδος τῆς Πτολεμαίου κανηφόρου Ἀρσινόης Φιλαδέλφου Νηνίας τῆς Καλλιξένου ἱερείας Ἀρσινόης Φιλοπάτορος Δημαρίου τῆς Μητροφάνους ……τοῦ Ἡρακλεοπολίτου νομοῦ· ἐμίσθωσεν Διζάολος Ἀματόκου Θρᾶιξ τῶν Νεοπτολέμου ἰδιώτης …α… Πολυηράτωι Πτολεμαίου Θραικὶ τῶν Νουμηνίου πεζῶν τὸ ὑπογεγραμμένον μέρος ὧν ἔχει Διζάολος μερῶν τριῶν τὸ ἥμισυ ἐκ τοῦ αἱρουμένου τοῦ κλήρου …ἡ μίσθωσις ἥδε εἰς ἔτος ἓν ἀπὸ τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους ἐκφορίου τὴν ἄρουραν ἑκάστην πυρῶν ἀρταβῶν τριῶν ἡμίσους …ἀκίνδυνον παντὸς κινδύνου …κατασπειράτω δὲ Πολυήρατος τῆς τοῦ κλήρου γεωργίας τὸ ἐπιβάλλον …ἑκάστης …νι τὰ ἀνα… …ηνι…α· ἔχει δὲ Διζάολος παρὰ Πολυηράτου πρόδομα πυροῦ ἀρτάβας τεσσαράκοντα πέντε · ……εκ… Βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῆς ἀδελφῆς τῶν Πτολεμαίου καὶ Κλεοπάτρας Θεῶν Ἐπιφανῶν ἔτους κβ ἐφʼ ἱερέως …Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων καὶ Θεῶν Ἐπιφανῶν καὶ Θεῶν Φιλομητόρων ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Πτολεμαίδος τῆς Πτολεμαίου κανηφόρου Ἀρσινόης Φιλαδέλφου Νηνίας τῆς Καλλιξένου ἱερείας Ἀρσινόης Φιλοπάτορος Δημαρίου τῆς Μητροφάνους μηνὸς ……τοῦ Ἡρακλεοπολίτου νομοῦ· ἐμίσθωσεν Διζάολος Ἀματόκου Θρᾷξ τῶν Νεοπτολέμου ἰδιώτης …χ… Πολυηράτωι Πτολεμαίου Θραικὶ τῶν Νουμηνίου πεζῶν τὸ ὑπογεγραμμένον μέρος ὧν ἔχει Διζάολος μερῶν τριῶν τὸ ἥμισυ ἐγ τοῦ αἱρουμένου τοῦ κλήρου …ἡ μίσθωσις ἥδε εἰς ἔτος ἓν ἀπὸ τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους ἐκφορίου τὴν ἄρουραν ἑκάστην πυρῶν ἀρταβῶν τριῶν ἡμισους …ἀκίνδυνον παντὸς κινδύνου …σαι· κατασπειράτω δὲ Πολυήρατος τῆς τοῦ κλήρου γεωργίας τὸ ἐπιβάλλον …σπέρματα ἑαυτῶι παρέχων· ἐὰν δὲ μὴ κατασπείρῃ καθὰ γέγραπται ἀποτεισάτω τὸ ἐκφόριον …ἔχει δὲ Διζάολος… πρόδομα πυροῦ ἀρτάβας τεσσαράκοντα πέντε · ἐξέστω …ἐὰν …Πολυηράτωι τοὺς αγο…τ…σδιου…το…σιο…ε…λ… ἐκφόρια …μέρους ολ… καὶ ἐάν τι ἄλλο εἰσπραχθῆι εἰς τὸ βασιλικὸν ὑπὲρ τοῦ κλήρου ἢ ὑπὲρ Διζαόλου ἢ ε…ενηιτο καὶ ταῦτα ὑπολογείτω εἰς τὰ ἐκφόρια καὶ προσδεχέσθω αὐτῶι Διζάολος εἰς ἀνάγκας· βεβαιούτω δὲ Διζάολος Πολυηράτωι καὶ τοῖς παρʼ αὐτοῦ τῶν τριῶν μερῶν τοῦ κλήρου τὸ καθʼ ἥμισυ καὶ τοὺς καρποὺς καθαρὰ ἀπὸ πάντων ἕως ἂν ἐκκαρπίσηται κατὰ τὴν μίσθωσιν· ἐὰν δὲ μὴ βεβαιοῖ καθὰ γέγραπται ἢ κωλύῃ τις Πολυηράτωι