Ancient Greek
BGU 14 2394
Documentary Papyri, Bgu 14 2394
Not analysed yet
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης Θεῶν Εὐεργετῶν ἔτους …ου …κλέους τοῦ Ἀγαθοκλέους Ἀλεξάνδρου καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Φιλησοῦς τῆς Δημητρίου μηνὸς …αίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ· ὁμολογεῖ Ποκεῦς Μακεδὼν τριακοντάρουρος κληροῦχος τῶν οὔπω ὑφʼ ἡγεμόνα ἀπέχειν παρὰ Σενύχιος τοῦ Ἀμεννέως Ὀξυρυγχίτου …ὀλυρῶν ἀρτάβας πα, πυρῶν ἀρτάβας ……ης τοῦ κλήρου αὑτοῦ τῶν ……μὴ ἐξέστω δὲ Ποκεῖ ἐπελθεῖν ἐπὶ Σενῦχιν …παρευρέσει ἡιτινιοῦν· ἐὰν δὲ ἐπέλθηι Ποκεῦς …ν… ἐκ Ποκέους καὶ ……ἀρτάβας ἑκατόν ……παρὰ Ποκέους πράσσοντι κατὰ τὸ διάγραμμα· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες· …