Ancient Greek
BGU 15 2458
Documentary Papyri, Bgu 15 2458
Not analysed yet
Σεουήρῳ Ἰούστῳ ἑκατοντάρχῃ παρὰ Αὐρηλίου Ἀβοῦτος οὐετρανοῦ. ἡνίκα ἐστρατευόμην, κύριε, ἐν Πηλουσίῳ, παρεθέμην Πετεσούχῳ τινὶ συνστρατιώτῃ μου καὶ φίλῳ σκεύη ἐν συντιμήσει δραχμῶν ὀκτακοσίων. μετατεθέντος μου εἰς ἄλην Βουκοντίων καὶ ὡς ἐλογοποιούμην πρὸς αὐτὸν περὶ τούτων μετὰ ἀμφοτέρων ἀπόλυσιν, λόγον μου οὐ πεποίηται. διὸ ἀξιῶ ἔχοντός μου μεσίτην καὶ ὡμολόγησεν ἀχθῆναι αὐτοὺς ἐπὶ σὲ ἵνα δυνηθῶ διὰ τῆς σῆς βοηθείας τὰ ἴδια ἀπολαβεῖν. διευτύχει. ἔτους ιζ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ καὶ Λουκίου Αὐρηλίου Κομμόδου Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν Μεγίστων, Φαμενὼθ ….