Ancient Greek
BGU 15 2460
Documentary Papyri, Bgu 15 2460
Not analysed yet
……ς τέρμα ……νῦν οὖν, ἡγεμὼν κύριε, κατεφύγομεν ἐπὶ σὲ τὸν πάντων σωτῆρα δεόμενοι λαβεῖν ὅ τι δίκαιόν ἐστιν καὶ ἀξιοῦμεν γράψαι τοῖς …οις τοῖς τὰ ἀγελικὰ πρόβατα …συντάξαι τὰ τῶν τετελευτηκότων ἴδια ἀποδοῦναι ἅμα τοῖς προβάτοις ὅπως δυνηθῶμεν ἐπανέρχεσθαι εἰς τὰς ἰδίας μετὰ γυναικῶν καὶ τέκνων καὶ τῶν ἐπιβαλλόντων ἡμῖν προβάτων καὶ μὴ μετανάστας ἐκ τῆς ἰδίας γένεσθαι ……ς, ἵνʼ ὦμεν ὑπὸ σοῦ εὐεργετημένοι. διευτύχει.