Ancient Greek
BGU 15 2476
Documentary Papyri, Bgu 15 2476
Not analysed yet
ἀντίγραφον ὁμολογίας. ἔτους ἕκτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς …εἰκάδι ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Παποντῶς ὡς ἐτῶν εἴκοσι δύο οὐλὴ σιαγόνι δεξιᾷ τῶι ἑαυτοῦ πατρὶ Ὀρσενοῦφι Παποντῶτος ὡς ἐτῶν τεσσεράκοντα οὐλὴ …ωι ἀπέχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς τετρακοσίας καταλειφθησομένας αὐτῶι ὑπὸ τοῦ προγεγραμμένου πατρὸς αὐτοῦ Ὀρσενούφεως μετὰ τὴν ἑαυτοῦ τελευτὴν καὶ καθεσταμένας αὐτῶι δοθῆναι ὑπὲρ πρεσβείας ἐξίσταντος τοῦ ὁμολογοῦντος τῆς ὑπαρχούσης τῶι αὐτῶι Ὀρσενοῦφι οἰκίας καὶ αὐλῆς ἐν τῇ προγεγραμμένῃ κώμῃ Τεβτύνι ἐφʼ ἣς ἔθετο τῶι υἱῶι Παποντῶτι πρὸς τὴν ἑαυτοῦ γυναῖκα Θενμάρωνα …συγγραφῆς τροφίτιδος ἣν καὶ μένειν κυρίαν ἐν …ἑτέραις διαστολαῖς καὶ περὶ ἑτέρας μεριτείας καὶ μὴ ἐπελεύσεσθαι τὸν ὁμολογοῦντα Παποντῶτα ἐπὶ τὸν πατέρα Ὀρσενοῦφιν μηδὲ ἐπὶ τοὺς τούτου υἱοὺς ὄντας δὲ καὶ τοῦ Παποντῶτος ἀδελφοὺς περὶ ὧν προγέγραπται καθότι πρόκιται. ὑπογραφεὺς τοῦ μὲν ὁμολογοῦντος …Πτολεμαίου ὡς ἐτῶν τεσσαράκοντα …οὐλὴ …ἐξ ἀριστερῶν, καὶ τοῦ ἄλλου …ὡς ἐτῶν …