Ancient Greek
BGU 15 2484
Documentary Papyri, Bgu 15 2484
Not analysed yet
…ο χέρς… τοὺς μὲν φοίνικας ἐκπιπτοντας εἰς τὸ εἰσιὸν ἔτος τὴν δὲ γῆν εἰς σπορὰν ὧν ἐὰν αἱρῶμαι πλὴν κνήκου ἀντὶ τῶν ὑπὲρ αὐτῶν μετρουμένων καὶ διαγραφομένων δημοσίων πάντων ἔτι δὲ καὶ αἱροῦντος γεωμετρίας τοῦ αὐτοῦ ἔτους ἀνυπολόγων καὶ ἀκινδύνων καὶ ἐπιτελέσομαι τὰ καθήκοντα ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου ἕκαστον τῷ δέοντι καιρῷ καὶ μετὰ τὸν χρόνον παραδώσω ὡς καὶ ἐγὼ παρείληφα ἀπὸ συνκομιδῆς καρπῶν μὴ ἐξεῖναι δὲ ὑμῖν τοῖς περὶ τὸν Παποντὼν μετὰ τὸν χρόνον κατασχεῖν με τῇδε τῇ μισθώσει διὰ τὸ εἰς τὸ εἰσιὸν ἔτος μεμισθῶσθαι ἐὰν φαίνηται μισθῶσαι ἐπὶ τούτοις Ὡριω… ἀξιῶ ἔτους …Ἁδριανοῦ …κα