Ancient Greek
BGU 15 2492
Documentary Papyri, Bgu 15 2492
Not analysed yet
…γεινώσκειν σὲ θέλω ὅτι …μετέλαβον τὰ κατ… ηκες μὴ γράψας τα… ἐρωτῶ σε οὖν, μῆτερ, γράψεις μοι τὰ περὶ σεαυτῆς. τί πέπραχες εἰς Μέμφιν; μὴ ἄλλως ποιήσεις· γείνωσκε ὅτι Γέμελλος ἐστράτευται εἰς τὴν κλάσσαν καὶ ἔλεγε μοι ὅτι ἡ μήτηρ σοῦ δικάζεται ἐν Μέμφει μετὰ τοῦ πατρὸς σοῦ ἐπὶ τῷ ἀρχιδικαστῇ. καλῶς ποιήσεις, μῆτερ, κομισαμένη μου ταύτην τὴν ἐπιστολὴν πέμψεις μοι Γερμανὸν ἐπεὶ λέγεται ὅτι ἡ χώρτη ἡμῶν εἰς τὴν Μαυριτανίαν ὑπάγει. μέχρι σήμερον ἡμέρας ἐξέρχεται ἡ ἄλη τῶν Μαύρων καὶ ἡ χώρτη. τῶν Ἀφρώρων. ἐξαναπληροῦται ἐκείνη ἡ χώρτη ἐκ τῆς ἡμῶν χώρτης. ἀπὸ τριῶν ἐτῶν ἐξέρχονται. τὸ λοιπὸν οὖν, μῆτερ, …σε…ρε… εὔχομαι …ολ…ς ἄσπασον Οὐαλέριον καὶ Ἑρμανι…ν καὶ τοὺς ἐν οἴκῳ τ…σ…μαα… δεύτερα …την ……ἐπεξέρχ…ι ἃ δηλώσω σοὶ διʼ ἐπιστολῆς εισι…