Ancient Greek
BGU 15 2511
Documentary Papyri, Bgu 15 2511
Not analysed yet
ἔτους …Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων Σεβαστῶν, Θὼθ κη. διέγραψαν Σώτᾳ καὶ μετόχοις πράκτορσιν ἀργυρικῶν Σοκνοπαίου Νήσου Τεσενοῦφις Τεσενούφεως καὶ Ἑριεῦς ἀδελφὸς ὑπὲρ χωματικοῦ ιθ ἔτους ῥυπαρὰς δραχμὰς δεκαπέντε ὀβολοὺς β 𐅵,γίνονται δραχμαὶ ιε ὀβολοὶ β 𐅵. σεσημείωμαι. ὑπὲρ Πακύσεως Τεσενούφεως ὁμοίως ὑπὲρ χωματικοῦ τοῦ ἑννεακαιδεκάτου ἔτους ῥυπαρὰς δραχμὰς ἑπτὰ τετρώβολον χαλκοῦς 2, γίνονται δραχμαὶ ζ τετρώβολον χαλκοῖ 2. σεσημείωμαι.