Ancient Greek
BGU 15 2525
Documentary Papyri, Bgu 15 2525
Not analysed yet
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Φαρμοῦθι κϛ η. Ἀπύγχις Τεσενοῦφεως ναυβίου κατοίκων τρίτου ἔτους Ἡρακλείας τῆς Θεμίστου μερίδος χαλκοῦ δραχμὰς Αοε, προσδιαγραφομένων χαλκοῦ ρι, κολλύβου χαλκοῦ κ Ταβοῦς Τεσιήους ναυβίου κατοίκων τρίτου ἔτους Ἡρακλείας τῆς Θεμίστου μερίδος χαλκοῦ υ, προσδιαγραφομένων χαλκοῦ μ, κολλύβου χαλκοῦ ι ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Φαρμοῦθι κϛ η. Ἀπύγχις Τεσενουφεως ἀριθμητικοῦ κατοίκων Ἡρακλείας Θεμίστου μερίδος τρίτου ἔτους δραχμὰς εἴκοσι ὀκτὼ τριώβολον, γίνονται δραχμαὶ κη τριώβολον, προσδιαγραφομένων α πεντώβολον, συμβολικοῦ τριώβολον καὶ Ταβοῦς Τεσιήους ἀριθμητικοῦ κατοίκων Ἡρακλείας Θεμίστου μερίδος τρίτου ἔτους δραχμὰς δεκαέξ, γίνονται δραχμαὶ ιϛ . ,προσδιαγραφομένων α, συμβολικοῦ τριώβολον ἔτους δ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Γερμανικείου ιε θ. Ἀπύγχις Τεσενούφεως ναυβίου κατοίκων τετάρτου ἔτους Ἡρακλείας Θεμίστου μερίδος χαλκοῦ δραχμὰς Αοε, προσδιαγραφομένων χαλκοῦ ρι, κολλύβου χαλκοῦ κ ἔτους δ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Γερμανικείου ιε θ. Ταβοῦς Τεσιήους ναυβίου κατοίκων τετάρτου ἔτους Ἡρακλείας Θεμίστου μερίδος χαλκοῦ υ, προσδιαγραφομένων χαλκοῦ μ, κολλύβου χαλκοῦ ι.