Ancient Greek
BGU 15 2543
Documentary Papyri, Bgu 15 2543
Not analysed yet
Ἀμμῶνις καὶ Ἕρσις μισθωταὶ ἡγεμονικῆς ἐρημοφυλακίας Μαρεώτου καὶ Λιβύης καὶ Προσωπίτου καὶ ἄλλων νομῶν διʼ Ἁρτέως βοηθοῦ Θερήσεως ὀνόματος Πμουεῖτος Σεσενοῦφις ἀπὸ Νήσου χαίρειν. ἔσχον παρὰ σοῦ ὑπὲρ συμβόλου καμήλου ἑνὸς δραχμὰς ἕξ, γίνονται δραχμαὶ ϛ ἔτους κθ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Τῦβι κζ