Ancient Greek
BGU 13 2285
Documentary Papyri, Bgu 15 2545
Not analysed yet
ἔτους δευτέρου Γαίου Πεσκεννίου Νίγερος Ἰούστου Σεβαστοῦ, Μεχεὶρ ια Σαπρίων Ὀρσενούφει Ὥρου γεωργῷ, χαίρειν. ἔσχον παρὰ σοῦ ὑπὲρ μονοδεσμίας χόρτου τοῦ αὐτοῦ ἔτους ἐπὶ λόγου ἀργυρίου δραχμὰς τέσσαρας γίνονται δραχμαὶ δ, Φαρμοῦθι ϛ ὀβολοὺς εἴκοσι ὀκτώ, γίνονται ὀβολοὶ 28, Παχὼν ι ὀβολοὺς εἴκοσι ὀκτώ, γίνονται ὀβολοὶ 28, Παῦνι ζ δραχμὰς τέσσαρες, γίνονται δ, γ ἔτους Θὼθ ϛ ὑπὲρ τοῦ διεληλυθότος β ἔτους ἀργυρίου δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ.