Ancient Greek
BGU 16 2560
Documentary Papyri, Bgu 16 2560
Not analysed yet
Ἡράκλιτος τοπάρχης καὶ κατασπορεὺς Διοσκουρίδηι καὶ τοῖς μετόχοις χαίρειν μετρήσατε εἰς σπέρματα δάνεια τοῦ εἰς τὸ κγ ἔτος Καίσαρος σπόρου εἰς τὰς σεσημασμένας ὑπὸ τοῦ κωμογραμματέως τῆς κώμης Μαχάτᾳ Λιμναίου εἰς ἃς γεωργεῖ περὶ Τοοὺ ἐκ τοῦ Πτολεμαίου κλήρου Ἱερονίνων ἀρούρας ϛ καὶ ἐκ τοῦ Θεοδωρίδου Ἀγήνορος ὑποτεθεμένας Ἐπιφανίου κλήρῳ ιδ γίνονται ἀρούρας κ πυροῦ ἀρτάβας δέκα γίνονται πυροῦ ἀρτάβας ι ……προκειμένας ……πυροῦ ἀρτάβας ι ἔτους κγ Καίσαρος …