Ancient Greek
BGU 16 2578
Documentary Papyri, Bgu 16 2578
Not analysed yet
Ἡρακλείδηι καὶ Ἀπολλωνίωι τοῖς παρὰ Εἰρηναίου τοῦ πρὸς τῶι ἐννομίωι τοῦ Ἡρακλεοπολίτου …Καίσαρος παρὰ Διονυσίου τοῦ Διονυσίου τῶν ἀπὸ Ποιμένων κώμης. ἀπογράφομαι εἰς τὸ αὐτὸ ἔτος τὰ ὑπάρχοντά μοι πρόβατα τέλεια σύμμικτα τεσσαράκοντα πέντε καὶ οἰκιακὸν ἕνα ὥστʼ εἶναι πρόβατα τεσσαράκοντα ἓξ αἶγες τρεῖς ἐπιμεμιγμένα δὲ τοῖς Ὡρίωνος τοῦ Ψενήσιος καὶ Ἑρμίου τοῦ Ἀριστομένου πρόβασι καὶ τοὺς ἐπακολουθοῦντας ἐφετείους ἄρνας ἐρίφους νεμόμενα ποτιζόμενα αὐλιζόμενα περὶ τὴν κώμην καὶ δι’ ὅλου τοῦ νομοῦ. ἐὰν φαίνηται καταχωρίσαι τὴν ἀπογραφὴν ὡς καθήκει. . …ρονος μονογράφου ἔτους ιζ Καίσαρος Μεχεὶρ θ