Ancient Greek
BGU 16 2582
Documentary Papyri, Bgu 16 2582
Not analysed yet
Φεβίχεως Κωείτου εἴληφα ἔτους ιζ Καίσαρος Μεχεὶρ κε Ἡρακλίδῃ καὶ Ἀπολλωνίωι τοῖς παρʼ Εἰρηναίου τοῦ πρὸς τῷ ἐννομίῳ τοῦ Ἡρακλεοπολίτου τοῦ ἐνεστῶτος ιζ ἔτους Καίσαρος. παρὰ …ον… τοῦ Ἡρακλίδου τῶν ἀπὸ Φεβίχεως τοῦ Κωείτου. ἀπογράφομαι τὰ ὑπάρχοντά μοι πρόβατα τέλεια σύμμικτα πεντήκοντα πέντε καὶ ἐπιμεμιγμένα μοι Σεμθέως Ὥρου Φυχίτου πρόβατα εἴκοσι πέντε αἶγας ιϛ καὶ Ἑρμογένου Χρυσίππου Ψυχίτης δεκαὲξ καὶ Σαραπίωνος …δεκα καὶ Ὥρου . …καὶ τοὺς ἐπακολουθοῦντας ἐφετείους ἄρνας ἐρίφους νεμόμενα ποτιζόμενα περὶ τὴν προκειμένην κώμην καὶ δι᾽ ὅλου τοῦ νομοῦ. ἐὰν φαίνηται καταχωρίσαι τὴν ἀπογραφὴν ὡς καθήκει. εὐτύχει