Ancient Greek
BGU 16 2590
Documentary Papyri, Bgu 16 2590
Not analysed yet
Ἁτρῆς Ἁρπαήσιος καὶ Λαδάμας Πελάσιος καὶ Ἁρσιῆσις Ὥρου καὶ Πετεῦρις Πετοσίριος καὶ Ἁτρῆς Σεμθέως καὶ Σεμθονάης Μεγχείους καὶ Ἁρσισόις Ἁρπαήσιος πρεσβύτεροι τῶν ἀπὸ κώμης Κορφοτοὶ ὀμνύομεν Θεὸν Αὐτοκράτορα Καίαρα Θεοῦ Υἱὸν ἦ μὴν ἄξειν καὶ στεγνώσειν καὶ παρυλιεῖν τὰ περὶ τὴν κώμην δημόσια χώματα τρία ὧν εἶναι τὸ λεγόμενον Ζανήριος καὶ τὸ λεγόμενον Μεγάλης ὁδοῦ καὶ τὸ ἀπὸ λιβὸς τοῦ …ωνίου παραδείσου καὶ ἐπισκάψειν καὶ τηρήσειν διὰ νυκτὸς καὶ ἡμέρας …μενο… ἀσινῆ, ἀρραγῆ καὶ ἀδιάκοπα μέχρι τῆς τοῦ ποταμοῦ ἀποβάσεως ὄντες ἀλληλέγγυοι ε… εὐορκοῦσι μὲν ἡμῖν εὖ εἴη …α ἐγράφη διὰ Θέωνος μονογράφου διὰ τὸ φάσκειν μὴ εἰδέναι γράμματα ἔτους …Μεσορὴ η Ἁτρῆς Ἁρπαήσιος καὶ αὐτοῦ ἀδελφὸς Ἁρσισόις καὶ Λαδάμας Πελάσιος καὶ Ἁρσιῆσις Ὥρου καὶ Ἁτρῆς Σεμθέως καὶ Σεμθονάης Μεγχείους τῶν ἀπὸ κώμης Κορφοτοὶ Ἡρακλείωι τοπάρχηι Ἀγήματος. ὁμολογοῦμεν ἀπέχειν παρά σου διὰ τῆς Ἀρείου δημοσίας τραπέζης εἰς ἀπεργασίαν ὧν κεχειρογραφήκαμεν χωμάτων τριῶν περὶ τὴν κώμην ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι γίνονται δραχμαὶ ρκ …ἃς καὶ ἀπεργώμεθα ἐξ ὑγιοῦς καὶ οὐδὲν ἐγκαλοῦμεν. ἐγράφη διὰ Θέωνος μονογράφου διὰ τὸ φάσκειν μὴ εἰδέναι γράμματα ἔτους ε Μεσορὴ η