Ancient Greek
BGU 16 2613
Documentary Papyri, Bgu 16 2613
Not analysed yet
Σέλευκος Ἀθηνοδώρωι τῶι ἀδελφῶι πλεῖστα χαίρειν καὶ διὰ παντὸς ἐρρῶσθαι· Ἡρᾶς ὁ ἐπιστάτης καὶ Ἀρτεμᾶς ὁ γραμματεὺς καὶ Ἡρακλᾶς τοῦ Ἐβήους ἐντετεύχασι ὡς ἐνοχλούμενοι ὑπὸ τῶν παρὰ σοῦ πρὸς ἀριθμητικόν· ἐρωτῶ οὖν σε συντάξαι τῶν συνεκδήμων μου ἀποσχέσθαι ἢ ὅτι παροπλιεῖς με· μὴ οὖν ἄλλως ποιήσηις· τὰ δʼ ἄλλα ἐπιμέλου σεαυτοῦ ἵνʼ ὑγιαίνηις· ἔρρωσο· ἔτους ιϛ Καίσαρος Με… β