Ancient Greek
BGU 16 2625
Documentary Papyri, Bgu 16 2625
Not analysed yet
Ἀχιλλεὺς Ἀθηνοδώρωι τῶι ἀδελφῶι χαίρειν καὶ ὑγιαίνειν διὰ παντὸς ὡς βούλομαι· ἐπεὶ ἐν πᾶσιν ἀμελῶν τῶν φίλων οὐ διαλείπεις· μαρτυροῦσι γὰρ οἱ ἐμοὶ μὴ κομισάμενοι μήτε τὸ ἔλαιον τὸ Δωρᾶτος μήτε τὸν σῖτον ἀλλὰ μηδὲ τὰ πρὸ ἐνιαυτοῦ ε…λα· περὶ μὲν τούτων ἡσυχάζω· σὺ γὰρ φας… μεταμε… ἐμοὶ ἐγράφη ὁ μεταλαβὼν ἐξενεγκεῖν… ἐπὶ τῆς αὐθαδείας λίαν δὲ ε… εἰς ἡμᾶς ταυ… διαπεπραχθέντα …ε ἀφʼ ὧν εχ…ε… ἐν τῆι φασ…ιππ…σεαπ… λοφ…επα…ωμ…ε διαμεμίσθωκε κ…ς ἀποχ…σὺν τῶι τετάρτωι ἀποκαταστῆσαι Τρύφωνι τῶι ἀδελφῷ τὰ ἐκφόρια κατ… μίσθωσιν· ἀνάδος· οὐ γὰρ ἦν εὔλογον ἡμᾶς ἁλίσκεσθαι ὑπό σου· καὶ ταῦτʼ ἐν βίωι· οὐκ ἠθέλησα δὲ …σ…τι…αι ἵνα μὴ μέμψῃ εἰ …κοινωνοὺς ἐμοὶ ἔγραψας· μὴ οὖν ἄλλως ποιήσῃς· καὶ σεαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνῃς· ἔρρωσο· ἔτους ιε Καίσαρος Παχὼν κα Ἀθηνοδώρῳ