Ancient Greek
BGU 16 2636
Documentary Papyri, Bgu 16 2636
Not analysed yet
Ἰσχυρίωνι τῶι φιλτάτῳ χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν· γενόμενος ἐν Ἡρακλέους πόλει τῇ ϛ ἐδεξάμην παρά τινος τῶν σῶν παρὰ σοῦ ἐπιστολὴν ἐν ᾗ ἐσήμαινες πέμψαι τινὰ τῶν ἐμῶν, ὃς ἐπιγνώσεται τὸ ἐν ἐμοὶ ἐκτιθέμενον κεφάλαιον· εὐθέως οὖν Διογένην τὸν ἐμὸν φίλον ἔπεμψα πρός σε· σύνοιδα δὲ ἐμαυτῷ καλῶς ὡς ἐπὶ τοῦ Ἀφροδιτοπολίτου …ς ἀπούσης ὀφείλω οὐδὲ ἕν· σὺ δὲ φίλτατε ἐρωτηθεὶς γράφε ἡμῖν ὑπὲρ ὧν ἂν αἱρῆις παντὸς τοῦ κατὰ δύναμιν ἐσομένου· ὀρθῶς δὲ χρήσῃ τὸν Διογένην μοι ταχύτερον ἀπολύσας· προσδέομαι …γὰρ αὐτοῦ ἐνταῦθα διὰ τὸν τῆς συγκομιδῆς τῶν γενημάτων καιρόν· ἀόκνως οὖν ἐπίστελλε ἵνα καὶ αὐτὸς δύνωμαι γράφειν ἡμῖν.