Ancient Greek
BGU 16 2639
Documentary Papyri, Bgu 16 2639
Not analysed yet
……Ἀθηνδώρωι …πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν· Φίλιππον Ἐκκράτου παραγραφόμενον ἐν τῷ λογιστηρίῳ ἐκ τοῦ ἀρχαίου λόγου πυροῦ ἀρτάβας ζ καὶ Διονῦν Πρωτάρχου πυροῦ ἀρτάβας κα καὶ τὸν κωμογραμματέα τοῦ ἔτους σεσυμψάφηκα καὶ ἔχω αὐτοὺς ἐν τῇ φυλακῇ· ἐὰν οὖν σοι φαίνηται πέμψον μοι μαχαιροφόρους δύο ,ἵνα σοι αὐτοὺς ἐξαποστείλω· ἐπιμέλου σεαυτοῦ ἵνʼ ὑγιαίνῃς. ἔρρωσο. ἔτους κα Καίσαρος …ι κε τῷ διοικητῆι Ἀθηνδώρωι