Ancient Greek
BGU 16 2644
Documentary Papyri, Bgu 16 2644
Not analysed yet
…Ἀθηνοδώρωι τῶι ἐμπολαίωι …πλεῖστα χαίρειν καὶ διὰ παντὸς ἐρρωμένωι ἄριστα ἐπανάγειν ὡς εὔχομαι· γίγνωσκε ὅτι τὰ πλοῖα ἅπαντα ἐγγεγάρευται ὑπὸ τῆς λεγεῶνος καὶ οὐχ εὑρίσκω πως νῦν τὸν πυρὸν μεταγάγω εἰς Κόμα· εἰ οὖν ἐθέλεις πέμψον μοι πλοῖον ἕτερον ὅπως πορεύωμαι εἰς τὴν Κόμα· ἐὰν γὰρ μὴ μεταχθῆι ὁ πυρὸς ἄπρατος ἔσται· ἕκαστος γὰρ ……ου γεωργὸς ἀπὸ Νέας Ἀγορᾶς· οἱ γὰρ ἑλόντες τὴν νέαν ἤδη οἱ πλείονες πεδ…ται τὴν τιμὴν τῆι λεγεῶνι· Ἀντίοχός φασιν ἐμὲ δεῖν λαβεῖν εἰς ἃ ἐποίησαν …ὑπερ… τ…ὸ ἀνήλωμα· πρὸ τῶν ὅλων σεαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνῃς ὃ δὴ μέγιστον ἡγοῦμαι· ἔρρωσο· ἔτους κϛ Καίσαρος Ἐπεὶφ β