Ancient Greek
BGU 16 2651
Documentary Papyri, Bgu 16 2651
Not analysed yet
Ἀσκληπιάδης Ἡρακλείδηι τῶι ἀδελφῶι χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν καθάπερ εὔχομαι· γίγνωσκε ὅτι περὶ οὗ πέπομφας ἐπιστολίου ὁ τοπάρχης ἀπόκρισιν ἡμῖν οὐ δέδωκεν περὶ τούτου· ἐπεὶ δὲ καὶ αὐτὸς ὁ τοπάρχης παραγίγνεται εἰς Ἡρακλέους πόλιν παρά σοι περὶ τοῦ πράγματος μὴ ἀμελήσῃς ὅπως αὐτὸ τὸ πρὰγμα ἐγβιβάσῃς· διὰ δὲ τὴν ὀφθαλμίαν παραπεπόδισμαι τοῦ ἀναβῆναι πρός σε· καὶ σεαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνῃς· ἔρρωσο ἔτους κα Καίσαρος Μεσορὴ κθ Ἡρακλείδηι τῶι ἀδελφῶι