Ancient Greek
BGU 16 2656
Documentary Papyri, Bgu 16 2656
Not analysed yet
Ἡρακλείδης Σωτέλῃ τῷ ἀδελφῷ πλεῖστα χαίρειν καὶ ὑγιαίνειν ὥσπερ εὔχομαι· καὶ ἐν Ἡρακλέους πόλει σοι ἐμνήσθην περὶ τοῦ ἡμῶν ἀγγείου τοῦ ἐλαίου οὗ ἐ… μεν μοι Ἀθηνόδωρος ὁ ἀδελφός· καὶ σὺ οὖν καλῶς ποιήσεις μετρεῖν ἐνταῦθα παρʼ ἐμοῦ μέτρῳ δικαίῳ, κομισάμενος παρὰ τοῦ αὐτοῦ μαχαιροφόρου τὸ ἐπίσταλμα· μὴ οὖν ἀλλως ποήσῃς· καὶ σὺ δὲ γράφεις περὶ ὧν ἂν θέλῃς· περὶ δὲ ἃς …εως ἀνάγκας σήμανον …ναι κωμήτην …αδελφ …τοιμ… …ειν… διὰ Πετεαρμώτην· καὶ σεατοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνεις. ἔρρωσο …Φαμενὼθ ιγ Σωτέλῃ