Ancient Greek
BGU 17 2711
Documentary Papyri, Bgu 17 2711
Not analysed yet
…Παπνούθης φρουρὸς διὰ τοῦ κυρίου Φοιβάμμωνος Λεωντίου τῷ ἀδελφῷ Φοιβάμμωνι Τριαδέλφου. ἐδεξάμην παρὰ σοῦ ἀπὸ τοῦ γραμματίου σίτου ἀρτάβας τριάκοντα ,γίνονται λ ἀρτάβαι, γενήματος τρίτης ἰνδικτιώνος …ει σὴν ἀσφάλειαν πεποίημαι πετ… ὡς πρόκειται. Ἐπὶφ ιε τρίτης ἰνδικτιώνος. Παπνούθης φρουρὸς ὁ προκείμενος στοιχεῖ μοι τὸ ἐντάγιον ὡς πρόκειται. Θεολόγιος ἀξιωθεὶς Μουσαίου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος ὁ καὶ σωματίσας. Ἰωάννης Ἑρμείου μαρτυρῶ τῷ ἐνταγίῳ ὡς πρόκειται.