Ancient Greek
BGU 17 2716
Documentary Papyri, Bgu 17 2716
Not analysed yet
τῇ εὐγενεστάτῃ Ἡρᾶι Φοιβάμμωνος ἀπὸ Ἑρμοῦ πόλεως Πέτρος λογογράφος μερίδος Διοσκορίδου. πεπλήρωμαι παρὰ σοῦ ὑπὲρ τοῦ πέμπου μέρους τῶν νομισματίων δ παρὰ κεράτια τῶν χρεωστουμένων μοι παρὰ τοῦ μακαρίτου σου ἀδελφοῦ Σαραπίωνος ὑπὲρ τῶν δημοσίων αὐτοῦ ὑπὲρ τῶν παρελθόντων χρόνων μέχρι ια ἰνδικτιῶνος καὶ αὐτῆς, τουτέστιν χρυσοῦ νομισμάτιον α παρὰ κεράτια ϛ, καὶ μηδένα λόγον ἔχω πρὸς σὲ περὶ τούτου καὶ πρὸς σὴν ἀσφάλειαν τοῦτό σοι πεποίημαι τὸ ἐντάγιον μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται.