Ancient Greek
BGU 17 2728 l. 1-10
Documentary Papyri, Bgu 17 2728
Not analysed yet
π καταξιώσῃ σου ἡ ἐλλογιμότης ὀνάριν ἀποστεῖλαί μοι διά τοῦ φύλακος κατὰ τὴν ἑξῆς. ἐπειδὴ θεοῦ θέλοντος θέλω ἀνελθεῖν καὶ εὔξασθαι εἰς τὸ Σαραπεῖον, μαθέτω δὲ ἡ σὴ παίδευσις ὅτι πρὸ τριῶν ἡμερῶν ὁ στρατιώτης μετὰ ἄλλων δύο ἀπαιτητῶν προσῆλθεν τῇ αὐτοῦ μεγαλοπρεπείᾳ ἐν προσγράφοις κατὰ τῆς σῆς παιδεύσεως καὶ οὐκ ἐπέστειλα οὐδὲν …τ…την καὶ ἐὰν ἀνέρχομαι λέγω τῇ σῇ παιδεύσει τὴν περιπέτειαν τοῦ πράγματος …ἐπίδος τῷ τὰ πάντα λαμπροτάτῳ καὶ σοφωτάτῳ σχολαστικῷ Βίκτορι Ἰωσῆφις Φοιβάμμωνος εἰς νομίσματα …Εὐάνθεια γυνὴ αὐτοῦ εἰς νομίσματα λ Φοιβάμμων Σεουήρου εἰς νομίσματα κ ὡς καταστασιάσαντες τῆς νομῆς μου καὶ ἔφοδον σφαγῆς κατʼ ἐμοῦ τετολμηκότες ἐπὶ μαρτύρων ἱκανῶν Εὐφημία Θαυμαστὴ θυγάτηρ αὐτῆς Σία τῆς αὐτῆς ἀδελφὴ εἰς τοὺς ὑπευθύνους Πκῦλις γεωργός μου ἀπὸ Θύνεως