Ancient Greek
BGU 18 2735 col. 1
Documentary Papyri, Bgu 18.1 2735
Not analysed yet
……πυροῦ ἀρτάβας ἑκατὸν γίνονται πυροῦ ἀρτάβαι ρ καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς εἴθισται· ……γνώμης πυροῦ ἀρτάβας δεκαπέντε γίνονται πυροῦ ἀρτάβαι ιε καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτὸν ὡς καθήκει· ἔτους λβ Ἁθὺρ κε Πετειμούθης Σαραπίωνι χαίρειν· ἧς γεγράφαμεν Θήριδι τῶι συγγενεῖ καὶ στρατηγῶι ἐπιστολῆς ἀντίγραφον ὑπόκειται, ὅπως εἰδὼς συντάξῃς ἐπιστεῖλαι τῶι σιτολόγωι προέσθαι ὡς καθήκει τὰς δηλουμένας πυροῦ ἀρτάβας ιε γίνονται πυροῦ ἀρτάβαι ιε· ἔτους λβ Ἁθὺρ κζ