Ancient Greek
BGU 18 2741
Documentary Papyri, Bgu 18.1 2741
Not analysed yet
ἀνέγνων ἔτους λα Μεχεὶρ ιη μεταγραφέν ἔτους λα Μεχεὶρ ιη Τοθοῆι ἀντιγραφεῖ θησαυροῦ Περὶ Κόμα ἐὰν οἱ παρὰ Λεωνίδου τοῦ τεταγμένου πρὸς τῆι σιτολογίαι ἐμβάλλωνται ὥστʼ εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν κατὰ τὸν παρὰ Σαραπίωνος τοῦ ἐπὶ τῶν προσόδων χρηματισμὸν τὰς στειλαμένας ἐλλείπειν πρὸς ἃς ἐπεστάλκαμεν εἰς τὴν Πεενὴ ἐκ τοῦ Ἀγήματος εἰς σκάφην Διογνήτου ἀγωγῆς πυροῦ ἀρτάβας πεντακοσίας γίνονται πυροῦ ἀρτάβαι φ, συνεμβαλοῦ ὡς εἴθισται καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει· …ἐκλογισταῖς