Ancient Greek
BGU 18 2745 col. 1
Documentary Papyri, Bgu 18.1 2745
Not analysed yet
…χαίρειν· τοῦ πρὸς …τὸν σιτολόγον …ἀντίγραφον ἔτους λα Φαρμοῦθι ιε Ἀμμωνίωι ἀντιγραφεῖ τραπέζης· ἐὰν οἱ παρὰ Ἀπολλωνίου τοῦ τεταγμένου πρὸς τῆι τραπεζιτείαι χρηματίζωνται κατὰ τὸν παρὰ Σαραπίωνος τοῦ ἐπὶ τῶν προσόδων χρηματισμὸν εἰς οἰκοδομὴν καὶ ἐπισκευὴν τοῦ ἐπὶ τοῦ τείχους λογιστηρίου χαλκοῦ τάλαντα δέκα γίνονται χαλκοῦ τάλαντα ι, συμπροοῦ ὡς εἴθισται καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει· ἔτους λα Φαρμοῦθι ιε