Ancient Greek
BGU 19 2761
Documentary Papyri, Bgu 19 2761
Not analysed yet
Λέων Ὀννώφριος ἰβιοβοσκὸς τοῦ ἐν τῆι Ἑρμοῦ πόλει μεγάλου Ἰβιῶνος τοῖς παρὰ Πανίσκου τοῦ συγγενοῦς καὶ στρατηγοῦ καὶ ἐπὶ τῶν προσόδων τοῦ Ἑρμοπολίτου· ὀμώμοκα τὸν προγεγραμμένον βασιλικὸν ὅρκον εἶ μὴν κατασπερεῖν εἰς τὸν σπόρον τοῦ τριακοστοῦ ἔτους τὰς ὑπαρχούσας μοι …φῖβιν περὶ Σενκύρκιν καὶ ἄλλας τη… τοῦ Λευκοπυργίτου ἐλάσσον …ι ἱερᾶς ἀρούρας τριάκοντα πέντε ἢ τῆς γῆς ἀμελεθησομένης τὰ καθήκοντα ἐκ τοῦ ἰδίου μετρήσω οὐκ αἰτησάμενος ἐκ βασιλικοῦ …εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐπιορκοῦντι δὲ τὰ ἐναντία· ἔτους λ Φαῶφι ιε …