Ancient Greek
BGU 19 2798
Documentary Papyri, Bgu 19 2798
Not analysed yet
τῷ ἀδελφῷ Πέτρῳ γεωργῷ Ἑρμοῦ πόλεως Θεολόγιος ἐλάχιστος πρεσβύτερος ἔσχον καὶ ἐπληρώθην …ορ…ου γῃδίων ὑπὲρ τῆς παρελθούσης τεσσαρεσκαιδεκάτης καὶ πεντεκαιδεκάτης τῶν δύο ἰνδικτιόνων, τουτέστιν δύο νομίσματα παρὰ κεράτια δώδεκα ὑπὲρ τῶν αὐτῶν δύο ἰνδικτιόνων, γίνεται χρυσοῦ νομίσματα β παρὰ ιβ, καὶ εἰς ἀσφάλειαν σὴν πεποίημαι τὴν παροῦσαν ἀπόδειξιν τῶν αὐτῶν δύο ἰνδικτιόνων ὁλόγραφον χειρὶ ἐμῇ· Θεολόγιος ἐλάχιστος πρεσβύτερος στοιχῶ τῇ ἀποδείξει ὡς πρόκειται