Ancient Greek
BGU 19 2808
Documentary Papyri, Bgu 19 2808
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος τὸ δεύτερον, Θὼθ τριακάδι, ζ ἰνδικτίονος. Αὐρηλίᾳ Κύρᾳ τῇ καὶ Εὐστοργίᾳ τῇ εὐγενεστάτῃ θυγατρὶ τοῦ τῆς …μνήμης Ἀβρααμίου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Ἰωάννου Θεοφάνους …πρεσβυτέρου τῆς ἐκκλησίας τῆς αὐτῆς Ἑρμουπολιτῶν πόλεως ἑξῆς ὑπογράφοντος …ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐγενείας ἐπὶ δεκαετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ εἰσιούσης ὀγδόης ἰνδικτίονος καὶ αὐτῆς τὰς ὑπαρχούσας …σὺν τῷ ἐπιβάλλοντι τετάρτῳ μέρει τοῦ νέου λάκκου καὶ τοῦ παλ…ου ἀκανθῶνος καὶ …ὑδροστασίων καὶ εἰς σ…ν ἀπὸ ἀρουρῶν …ν ἐν γεωργίῳ καλουμένῳ …κατὰ κοινωνίαν …χρυσοχόου εἰς τὰς ἄλλας ἀρούρας τρ… …εἰς τὸ ὑπόλοιπον μέρος τοῦ α… προειρημένων ὑδροστασίων …ὁλοκλήρου …διακειμεν… κώμης Σενινήβεως τοῦ Ἑρμουπολίτου νομοῦ εἰς κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι, φόρου τῶν εἰρημένων πέντε ἀρουρῶν τῷ συμβρόχῳ …σίτου ἀρταβῶν τ… καὶ κριθῶν …τῷ δὲ ἀβρόχῳ, τὸ μὴ εἴη, τὸ ἥμισυ τοῦ προγεγραμμένου φόρου, ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ ἀποδώσω καὶ μετρήσω τῷ Ἐπεὶφ μηνὶ κατ’ ἔτος ἀνυπερθέτως καὶ ἀποκαταστήσω τὸν αὐτὸν φόρον εἰς τὸν οἶκόν σου ἐν τῇ αὐτῇ Ἑρμοῦ πόλει …ἀποδώσω δὲ κατ’ ἔτος πρὸς τῷ αὐτῷ …του τῷ ὑμε… ἀρτάβην μίαν μέτρῳ …ἄχρι ἀποδόσεως τ…ου λίτρας δέκα καὶ …ται…λογον τ… ατ…α δύο καὶ πινάκιον ἓν μεστὸν διαφόρων βρωμάτων καὶ ξ…ατα …αι… ζεύγη εἰκοσιπέντε …μένου χόρτου ἐὰν με…ε…αι… προνοητὴς μὴ ἐξεῖναι …ε τὸν αὐτὸν χόρτον …ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ἰωάννης Θεοφάνους πρεσβύτερος ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Κυρ…ανος …μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Αἰλιανὸς Κυρι… ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος …ος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. δι’ ἐμοῦ Μηνᾶ συμβολαιογράφου ,Θὼθ λ, ἰνδικτίονος ζ, βοήθει