Ancient Greek
BGU 19 2829
Documentary Papyri, Bgu 19 2829
Not analysed yet
ἀντίγραφον. Ἑρμόδωρος Πετβεῦτι χαίρειν. μετεβάλου καὶ νῦν εἰς τιμὴν πλοίου καταπ… εἰς τὴν κάτω χώραν δραχμὰς τριακοσίας, γίνονται ἀργυρίου δραχμαὶ τ, ἃς ἄνελε σεαυτῷ ἀπὸ λημμάτων τῶν διὰ σοῦ οὐσιακῶν τοῦ γεούχου, λόγου φυλασσομένου τῇ οὐσίᾳ περὶ ὧν ἔχει παντοίων δικαίων. ἔτους ϛ τοῦ κυρίου ἡμῶν Πρόβου Σεβαστοῦ, Μεσορὴ κε, διὰ Ἑρμοδώρου σεσημείωμαι.