Ancient Greek
BGU 19 2832
Documentary Papyri, Bgu 19 2832
Not analysed yet
…Αὐρήλιος Ἰερημίας Ψ…ν…ρ…λ… ἀπὸ τῆς Ἑρμουπολιτῶν Ψηὲτ υἱῷ Παλαῦτος μονάζοντι τοῦ εὐαγοῦς …καὶ Αὐρηλίαις Εὐανθίᾳ τῇ εὐγενεστάτῃ αὐτοῦ συμβίῳ ὑπὲρ τρίτου μέρους τοῦ ἑξῆς ἐντεταγμένου τετάρτου μέρους οἰκίας καὶ Εὐφημίᾳ καὶ Ἀμαλεὲτ ταῖς τῆς Εὐανθίας ὁμογνησίαις ἀδελφαῖς ὑπὲρ ἄλλου διμοίρου μέρους τοῦ αὐτοῦ τετάρτου μέρους οἰκίας ἐκ πατρὸς τοῦ τῆς μακαρίας μνήμης Ὡρουωγχίου ἀπὸ τῆς Ἑρμουπολιτῶν χαίρειν· ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ἰερημίας …διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἤτοι καταγραφῆς πεπρακέναι ὑμῖν καὶ καταγεγραφηκέναι …