Ancient Greek
BGU 19 2834
Documentary Papyri, Bgu 19 2834
Not analysed yet
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τοῦ ἐνάτου, Χοιὰκ δ, θ ἰνδικτίονος. …Χωωρ μητρὸς Σιβέλλας τέκτων ὁρμώμενος ἀπὸ κώμης Τλήθμεως τοῦ Ἑρμουπολίτου νομοῦ Αὐρηλίῳ Κολλούθῳ υἱῷ Ἰωάννου ὁρμωμένῳ ἀπὸ τῆς Ἑρμοῦ πόλεως τοῦ αὐτοῦ νομοῦ χαίρειν· ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαί με παρὰ σοῦ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης τελείας καὶ ἀξίας τιμῆς οἴνου νέου καλλίστου κάδων ἑκατὸν εἰκοσιπέντε ἀπὸ ξεστῶν τεσσάρων, γίνονται οἴνου κάδοι ρκε ἀπὸ ξεστῶν δ καὶ τούτους …