Ancient Greek
BGU 2 363
Documentary Papyri, Bgu 2 363
Not analysed yet
…ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης ἐσχηκέναι ἡμᾶς παρὰ σοῦ διὰ χειρὸς εἰς ἰδίαν ἡμῶν χρείαν χρυσίου νομισμάτια δύο παρὰ κεράτια δέκα πέντε ἥμισυ χρυσίου νομισμάτια β παρὰ κεράτια ιε 𐅵κεφαλαίου, ἐπὶ τῷ ἡμᾶς χορηγῆσαί σοι λόγῳ τόκου αὐτῶν μηνιαίως ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Μεχεὶρ τῆς …ἰνδικτίωνος κέρματος μυριάδας …ἄχρι ἀποδόσεως τοῦ χρέους. τὴν δὲ τούτων ἀπόδοσιν ποιησόμεθα ὁπόταν βουληθείης καὶ εἰς τοῦτο ὑπεθέμεθά σοι λόγῳ ἐνεχύρου τὰ διαφέροντα ἡμῖν πάντα …