Ancient Greek
BGU 2 373
Documentary Papyri, Bgu 2 373
Not analysed yet
ὁμολογεῖ Αὐρήλιος Ἡλιόδωρος Διδίμου μητρὸς Ἀλιλλῆς ἀπὸ ἀμφόδου Βιθυνῶν ἄλλων τόπων πεπρακέναι Αὐρηλίῳ Ἁτρῇ Ἀβὸχ μητρὸς Θερμούθιος ἀπὸ κώμης Ἀρσινόης ὄνον πῶλον μικρὸν μέλανα τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου δραχμῶν τετρακισχιλίων, ἥνπερ τιμὴν ἀπέσχεν ὁ πεπρακὼς παρὰ τοῦ πριαμένου πλήρης διὰ χειρὸς τοῦτον τοιοῦτον ἀναπόρριφον. ἡ πρᾶσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησεν. ἔτους ιε καὶ ιδ καὶ ζ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ θ. Αὐρήλιος Κολλᾶς πέπέπρακα καὶ ἔσχον τὴν τιμὴν πλήρης ὡς πρόκιται. Αὐρήλιος Ἥρων ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.