Ancient Greek
BGU 2 379
Documentary Papyri, Bgu 2 379
Not analysed yet
Λυ… Δίωι καὶ Πρωτογένει γεγυμνασιαρχηκόσι βιβλιοφύλαξι τῆς ἐν Ἀρσινοίτῃ δημοσίας βιβλιοθήκης παρὰ Σελεύκου καὶ Πτολλᾶτος, ἀμφοτέρων Πετσίριος …ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος. ἀφʼ ὧν ἀπεγράψατο ἑκάτερος ἡμῶν διὰ Ἀμμωνίου καὶ Σαραπίωνος προτέρων βιβλιοφυλάκων, βουλόμεθα παραχωρῆσαι τῶι ἑτέρωι ἡμῶν ὁμοπατρίωι καὶ ὁμομητρίωι ἀδελφῶι Πετεεῦτι ἑκάτερος ἕκτον μέρος κοινὸν καὶ ἀδιαίρετον ἐλαιῶνος ἐν κατοικικῆι τάξει ἀρούρης μιᾶς περὶ Ψεναρψενῆσιν, ὅ ἐστι, ἀφʼ οὗ ἑκάτερος ἀπεγράψατο ἐλαιῶνος ἥμισυ, ὥστʼ εἶναι ἐπὶ τὸ αὐτὸ τὸ ἐξοικονομούμενον ἐλαιῶνος ἀρούρης τρίτον τιμῆς ἀργυρίου δραχμῶν διακοσίων. διὸ προσαγγέλλομεν, ὅπως ἐπιστείλητε τῷ τὸ γραφεῖον Καρανίδος συνχρηματίζειν ἡμῖν ὡς καθήκει. τῶι τὸ γραφεῖον Καρανίδος· καθʼ ἣν πεποίηνται περὶ τὸ τρίτον μέρος τῆς τοῦ κλήρου ἀρούρης προσάγγελμα, ἐπεὶ ὑπʼ οὐδενὸς κρατεῖται, τελείσθω ὡς καθήκει. ἔτους ιγ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Παῦνι γ.