Ancient Greek
BGU 2 404
Documentary Papyri, Bgu 2 404
Not analysed yet
……ς Αὐρήλιος Καλομηνᾶς γραμματεὺς υἱὸς Ἀναστασίου ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως ἀπὸ ἀμφόδου Κλεοπατρίου ὁμολογῶ ἑκουσίᾳ γνώμῃ συντεθεῖσθαί με πρὸς τὴν ὑμετέραν ἐνδοξότητα ὡς εἰ ἀπὸ τῆς σήμερον καὶ προγεγραμμένης ἡμέρας καταγνωσθῶ ἔχων ἐπιτάριν καὶ μὴ φανερώσω ὑμῖν αὐτὸ ὥστε με παρασχεῖν αὐτῇ λόγῳ προστίμου ὑπὲρ τιμῆς τοιαύτης καταγνώσεως χρυσοῦ νόμισμα ἓν, ἀλλὰ ἐν ἀγορᾷ ὅτε δήποτε ἑτοίμως ἔχω ποιήσω τὴν δουλίαν τῆς ὑμετέρας ἐνδοξότητος καὶ ἐπερωτηθεὶς ὡμολόγησα Ἰοῦστος ἀναγνώστης υἱὸς Βίκτωρος πρεσβυτέρου μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ ὡς πρόκειται . διʼ ἐμοῦ τοῦ αὐτοῦ Καλομηνᾶ.