Ancient Greek
BGU 2 408
Documentary Papyri, Bgu 2 408
Not analysed yet
Αὐρήλιος Βετῖλ Ἰσιδώρου μητρὸς Ἀειάδος ἀπὸ κώμης Φιλαδελφίας Αὐρηλίῳ Ἰσᾶ Ἀμούλη ἀπὸ τοῦ Ἀφροδιτοπολίτου χαίρειν. ἔσχον παρὰ σοῦ τὸ ἐκφόριον ὑπὲρ ὧν γεωργεῖς μου ἀρούρης ἥμισυ περὶ τὴν αὐτὴν κώμην Φιλαδελφίαν πυροῦ ἀρτάβην μίαν ἥμισυ, ἀρτάβη α 𐅵καὶ οὐδένα λόγον ἔχω πρὸς σὲ πλῆρες, ὑπὲρ ὧν ἐγεώργησας μου ἐπʼ ἔτος η καὶ ϛ ὡς πρόκιται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σωκρᾶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννιανοῦ Λικιννίου Σεβαστῶν τὸ δ Ἁθὺρ κϛ.