Ancient Greek
BGU 2 417
Documentary Papyri, Bgu 2 417
Not analysed yet
Χαιρήμων Διοσκόρῳ τῷ υἱῶι χαίρειν. περὶ ὧν ἔγραψας μελήσει μοι καὶ ἐγὼ δὲ σὲ ἐρωτῶ πάντα τὰ μετέωρα ἀπαλλάξαι καὶ μὴ πάλιν σεαυτῷ μετέωρα καταλείπειν αἰσθόμενον τὴν τοῦ καιροῦ πικρίαν· ἀπάλλαξον οὖν σεαυτὸν ἀπὸ παντὸς μετεώρου, ἵνα ἤδη ποτὲ ἀμέριμνος γένῃ καὶ τὰ ἐμὰ μετεωρίδια ἤδη ποτὲ τύχην σχῆι περὶ τῶν γλυκειδίων μελησάτω σοι αἰσθομένῳ, ὅτι τρυγίᾳ χρῶμαι ὅρα οὖν, μὴ ἀμελήσῃς πολλάκις ὑπʼ ἐμοῦ περὶ τούτου παρακληθεὶς καὶ εἰδὼς τὴν ἀνάγκην, καὶ Διονυσίῳ σύντυχε περὶ τοῦ κοφίνου τῆς σταφυλῆς καὶ πέρας λαβέτω ὑποδείξας αὐτῷ περὶ ἐνοικίου κοφίνων καὶ τιμῆς σαργανῶν καὶ περὶ Ἡρακλᾶτος μελησάτω σοι, ὁμοίως δὲ καὶ περὶ τῶν τοῦ Πτολλάρου αἰσθομένωι, ὅτι καὶ σοὶ τοῦτο ἀνήκει καὶ συμφέρει Σισοίτι καὶ Πετσίρι ἐνετειλάμην· παρακληθεὶς δὲ σύντυχε Γεμεινᾶτι καὶ ἐπίγνωθι περὶ τοῦ ἡμιαρουρίου Σουηροῦτος, ἵνα παραγράφῃς καὶ τοῦτο οὖν μοι παράσχου, ἵνα εἰδῶ, ὅτι με φιλεῖς περὶ τῶν ὀξιδίων περισσὸν ποιήσω ἔτι σοι περὶ τούτου ἐντελλόμενος · ταξάσθω σοι ὁ Ἡρακλᾶς ἡμέραν καὶ παρὰ Ἰσιδώρου γνῶθι περὶ τῶν ἄλλων οἶδα γὰρ ὅτι, ἐὰν θέλῃς, πάντα περαιωθήσεται· περὶ πάντων οὖν μελησάτω σοι, πολλάκις δέ σοι γράψω περὶ τῶν αὐτῶν, ἵνα μὴ ἀμελήσῃς· τάχιον δὲ καὶ σὺ παραγενοῦ, ἐπεὶ τὸ τῶν ταυρικῶν κατεπείγει. τὰ παιδία σου ἔρρωται· ἀσπάζου Φαβοῦλλον τὸν ἀδελφόν σου. ἔρρωσό μοι, γλυκύτατε, καὶ τὰ ὀξίδιά μοι κόμισον. Διοσκόρωι τῶι υἱῶι.