Ancient Greek
BGU 2 420
Documentary Papyri, Bgu 2 420
Not analysed yet
Δείῳ τῷ καὶ Ἀπολλωνίῳ καὶ Ἡρώδῃ τῷ καὶ Διογένει γεγυμνασιαρχηκόσι βιβλιοφύλαξιν ἐνκτήσεων Ἀρσινοίτου. παρὰ Πασίωνος Μαξίμου ἀπὸ Σοκνοπαίου Νήσου ἀφήλικος διὰ φροντιστοῦ …Ὀννώφρεως. κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ κρατίστου ἡγεμόνος Φλαυΐου Τιτειανοῦ ἀπογράφομαι τὰ ὑπάρχοντά μοι ὄντα καθαρά οἰκίαν ἐν κώμῃ …καὶ περὶ Κερκεσοῦχα κλῆρον κατοικικὸν ἀρούρης 𐅵ιϛ λβ καὶ περὶ …πρότερον Τρω… τὴν αὐτήν. ἐὰν δέ τι κατʼ αὐτῶν ἐξοικονομῶ ἀποδείξω ὑπάρχοντα. Πασίων Μαξίμου ὁ προγεγραμμένος …ἐπιδέδωκα …ἔτους ιε Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου …